οὐδὲ Διὸς θρόνον εἶχεν ἐπὶ χρόνον· ἀλλά ἑ γύψῳ
κερδαλέῃ χρισθέντες ἐπίκλοπα κύκλα προσώπου
δαίμονος ἀστόργοιο χόλῳ βαρυμήνιος Ἥρης
Ταρταρίῃ Τιτῆνες ἐδηλήσαντο μαχαίρῃ
ἀντιτύπῳ νόθον εἶδος ὀπιπεύοντα κατόπτρῳ.
ἔνθα διχαζομένων μελέων Τιτῆνι σιδήρῳ
τέρμα βίου Διόνυσος ἔχων παλινάγρετον ἀρχὴν
ἀλλοφυὴς μορφοῦτο πολυσπερὲς εἶδος ἀμείβων,
πῇ μὲν ἅτε Κρονίδης δόλιος νέος αἰγίδα σείων,
πῇ δὲ γέρων βαρύγουνος ἅτε Κρόνος ὄμβρον ἰάλλων·
ἄλλοτε ποικιλόμορφον ἔην βρέφος, ἄλλοτε κούρῳ
εἴκελος οἰστρηθέντι, νέον δέ οἱ ἄνθος ἰούλων
ἀκροκελαινιόωντα κατέγραφε κύκλα προσώπου·
πῇ δὲ χόλῳ δασπλῆτι λέων μιμηλὸς ἰάλλων
φρικαλέον βρύχημα σεσηρότι μαίνετο λαιμῷ,
ὀρθώσας πυκινῇσι κατάσκιον αὐχένα χαίταις,
ἀμφελελιζομένῃ λασιότριχος ὑψόθι νώτου
αὐτομάτῃ μάστιγι περιστίζων δέμας οὐρῇ.
ἔνθα λεοντείοιο λιπὼν ἴνδαλμα προσώπου
ὑψιλόφῳ χρεμετισμὸν ὁμοίιον ἔβρεμεν ἵππῳ
ἄζυγι, γαῦρον ὀδόντα μετοχμάζοντι χαλινοῦ,
καὶ πολιῷ λεύκαινε περιτρίβων γένυν ἀφρῷ·
ἄλλοτε ῥοιζήεντα χέων συριγμὸν ὑπήνης
ἀμφιλαφὴς φολίδεσσι δράκων ἐλέλικτο κεράστης,
γλῶσσαν ἔχων προβλῆτα κεχηνότος ἀνθερεῶνος,
καὶ βλοσυρῷ Τιτῆνος ἐπεσκίρτησε καρήνῳ
ὅρμον ἐχιδνήεντα περίπλοκον αὐχένι δήσας·
καὶ δέμας ἑρπηστῆρος ἀειδίνητον ἐάσσας
τίγρις ἔην, στίξας δέμας αἰόλον· ἄλλοτε ταύρῳ
ἰσοφυής, στομάτων δὲ νόθον μυκηθμὸν ἰάλλων
θηγαλέῃ Τιτῆνας ἀνεστυφέλιξε κεραίῃ.
καὶ ψυχῆς προμάχιζεν, ἕως ζηλήμονι λαιμῷ
τρηχαλέον μύκημα δι' ἠέρος ἔβρεμεν Ἥρη,
μητρυιὴ βαρύμηνις, ἰσοφθόγγῳ δὲ θεαίνῃ
αἰθέριον κελάδημα πύλαι κανάχιζον Ὀλύμπου,
καὶ θρασὺς ὤκλασε ταῦρος· ἀμοιβαίῃ δὲ φονῆες
ταυροφυῆ Διόνυσον ἐμιστύλλοντο μαχαίρῃ.
Ζεὺς δὲ πατήρ, προτέροιο δαϊζομένου Διονύσου
γινώσκων σκιόεντα τύπον δολίοιο κατόπτρου,
μητέρα Τιτήνων ἐλάσας ποινήτορι πυρσῷ
Ζαγρέος εὐκεράοιο κατεκλήισε φονῆας
Ταρταρίῳ πυλεῶνι· καὶ αἰθομένων ἀπὸ δένδρων
θερμὰ βαρυνομένης ἐμαραίνετο βόστρυχα γαίης.
ἀντολίην δ' ἔφλεξε, καὶ αἰθαλόεντι βελέμνῳ
αἴθετο Βάκτριον οὖδας ἑώιον, ἀγχιπόροις δὲ
κύμασιν Ἀσσυρίοισιν ἐδαίετο Κάσπιον ὕδωρ,
Ἰνδῷοί τε τένοντες· Ἐρυθραίοιο δὲ κόλπου
ἔμπυρα κυμαίνοντος Ἄραψ θερμαίνετο Νηρεύς.
καὶ δύσιν ἀντικέλευθον ἑῷ πρήνιξε κεραυνῷ
Ζεὺς πυρόεις φιλότεκνος· ὑπὸ Ζεφύροιο δὲ ταρσῷ
ἡμιδαὴς σέλας ὑγρὸν ἀπέπτυεν ἑσπερὶς ἅλμη ...
Ἀρκτῷοί τε τένοντες· ὁμοφλεγέος δὲ καὶ αὐτῆς
πηγνυμένης πάφλαζε Βορήια νῶτα θαλάσσης·
καὶ Νοτίου νιφόεσσαν ὑπὸ κλίσιν Αἰγοκερῆος
θερμοτέρῳ σπινθῆρι μεσημβρινὸς ἔζεεν ἀγκών.
καὶ διεροῖς βλεφάροις ποταμήια δάκρυα λείβων
Ὠκεανὸς λιτάνευε χέων ἱκετήσιον ὕδωρ·
Ζεὺς δὲ χόλον πρήυνε, βαρυνομένην δὲ κεραυνῷ
γαῖαν ἰδὼν ἐλέαιρε, καὶ ἤθελεν ὕδατι νίψαι
λύματα τεφρήεντα καὶ ἔμπυρον ἕλκος ἀρούρης.
καὶ τότε γαῖαν ἅπασαν ἐπέκλυσεν ὑέτιος Ζεὺς
πυκνώσας νεφέεσσιν ὅλον πόλον, οὐρανίη δὲ
βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ,
ἀστέρες ὁππότε πάντες ἐνὶ σφετέροισι μελάθροις
κεκριμένοι δρόμον εἶχον, ἐπεὶ τετράζυγι δίφρῳ
Ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων
ἱππεύων ἑὸν οἶκον· ἐπιτροχόωσα δὲ δίφρῳ
Καρκίνον ὀκταπόδην τριφυὴς κυκλοῦτο Σελήνη,
καὶ δροσερὴν ὑπὸ πέζαν ἰσημερίῳ παρὰ κύκλῳ
Κύπρις ἀπὸ Κριοῖο μεταστήσασα πορείην
εἰαρινὸν δόμον εἶχεν, ἀχείμονα Ταῦρον Ὀλύμπου,
γείτων δ' Ἠελίοιο προάγγελον ἱστοβοῆος
Σκορπίον εἶχεν Ἄρης, μιτρούμενον αἴθοπι Ταύρῳ,
δόχμιος ἀντικέλευθον ὀπιπεύων Ἀφροδίτην,
καὶ τελέων λυκάβαντα δυωδεκάμηνος ὁδίτης
Ἰχθύας ἀστερόεντας ἐπέτρεχεν ἀκρόνυχος Ζεύς,
δεξιτερὴν τρίπλευρον ἔχων ἑλικώδεα Μήνην,
καὶ Κρόνος ὄμβρια νῶτα διέστιχεν Αἰγοκερῆος
φέγγεϊ λαχνήεντι διάβροχος, ἀμφὶ δὲ φαιδρῆς
Παρθενικῆς πτερύγεσσιν ἔην ὑψούμενος Ἑρμῆς,
ὅττι Δίκην δόμον εἶχε δικασπόλος. ἑπταπόρου δὲ
αἰθέρος ὑδατόεντες ἀνωίχθησαν ὀχῆες
Ζηνὸς ἐπομβρήσαντος· ἐριφλοίσβοιο δὲ κόλπου
κρουνοῖς πλειοτέροισιν ἐμυκήσαντο χαράδραι,
ὑδρηλαὶ δὲ θύγατρες ἀποσπάδες Ὠκεανοῖο
λίμναι ἐκουφίζοντο, καὶ ἠέρι νέρτερον ὕδωρ
κρουνοὶ ἀκοντιστῆρες ἀνέβλυον † Ὠκεανοῖο
καὶ σκοπιαὶ ῥαθάμιζον, ὀρεσσιχύτῳ δὲ ῥεέθρῳ
διψαλέαι ποταμηδὸν ἐμορμύροντο κολῶναι·
ὑψώθη δὲ θάλασσα, καὶ εἰς ὄρος ὑψόθι λόχμης ...
Νηρεΐδες γεγάασιν Ὀρειάδες.
Ο Νοννος τιμωρεί τους Τιτάνες, βάζοντας τον Δια να τους φυλακίζει στην σκιερή πύλη του Τάρταρου. Φλέγει όλα τα δέντρα και μαραίνονται, φλέγει την ανατολή και με τα φλογισμένα βέλη έκαψε το κατώφλι του ανατολικού Βάκτριου ενώ με τα Ασσύρια κύματα που περνούν από κοντά καίγοταν η Κασπία Θάλασσα και ο Ινδικός πορθμός. Θερμαίνεται ο Ερυθρός κόλπος του Αραβα Νηρέα. Και τη δύση με τον κεραυνό του, στο απέναντι μέρος, ο φλογερός πατέρας, που αγαπούσε το παιδί την εξαφάνισε. Η δυτική θάλασσα κάτω από το πόδι του Ζέφυρου, ξέβραζε υγρό φώς. Και οι αρκτικοί πορθμοί. Και η ράχη της βόρειας θάλασσας πάφλαζε χτυπημένη από την ίδια φλόγα. Και του Νότου η μεσημβρινή γωνία έβραζε από θερμότερο σπινθήρα, κάτω από την χιονισμένη κλίση του Αιγόκερου…
Θρηνεί ο Πατέρας που αγαπούσε το παιδί του και μετά το θάνατό ΚΑΤΑΚΑΙΕΙ στεριές, πορθμούς αλλά και θάλασσες, βόρειες νότιες και αρκτικές …
Και με τα υγρά του βλέφαρα με δάκρυα σαν ποτάμι, ο Ωκεανός εκλιπαρούσε χύνοντας νερό ικεσίας. Ο Δίας καταπράυνε την οργή του, σπλαχνίστηκε τη γή βλέποντας την να μαραίνεται από τον κεραυνό και ήθελε να ξεπλύνει με το νερό τα καμένα λύματα και την φλογερή πληγή της γής….
Και μετά την καύση της γης ακολουθεί η πλημμύρα όπου ανοίγουν οι κρουνοί του – επτά ουρανών οι υδρορροές που κρατούσαν το νερό, άνοιξαν, όταν ο Δίας έστειλε τη βροχή … μέχρι που πλημμύρισαν τα πάντα και οι Νηριήδες νύμφες του νερού μετατράπηκαν σε Ορειάδες !!!
Η πρώτη γέννηση και ο θάνατος του Ζαγρέα του Υιού του Θεού και διαδόχου, του νεαρού και πρώτου Διο- νύσου συνοδεύεται από μια σειρά γήινων αναταραχών και φυσικών καταστροφών όπως το «κάψιμο» και τη σάρωση ακόμα και των θαλασσών από φλογισμένα κύματα φωτιάς, κυνικά καύματα ή πτώση αστεροειδών ή έντονης ηλιακής ακτινοβολίας και ηλιακή καταιγίδα που ακολουθείτε από κατακλυσμούς … ενώ συνδέει το παραπάνω φαινόμενα με τον κατακλυσμό του Δευκαλίωνα και την λάρνακα που τον έσωσε. Περισσότερα εδώ :
Όμοια στα ευαγγέλια διαβάζουμε κατά τον θάνατο του Ιησού…
Ματθαίον 27: 45
45 ᾿Απὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί, λιμᾶ σαβαχθανί; τοῦτ᾿ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι ᾿Ηλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας σώσων αὐτόν. 50 ὁ δὲ ᾿Ιησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. 51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 ῾Ο δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν ᾿Ιησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
Μάρκον 15: 33
33. Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης· 34 καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ λέγων· ᾿Ελωῒ ᾿Ελωΐ, λιμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, ὁ Θεός μου ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες; 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ἴδε ᾿Ηλίαν φωνεῖ. 36 δραμὼν δὲ εἷς καὶ γεμίσας σπόγγον ὄξους περιθείς τε καλάμῳ ἐπότιζεν αὐτὸν λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας καθελεῖν αὐτόν. 37 ὁ δὲ ᾿Ιησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. 38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. 39 ᾿Ιδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν· ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ. 40 ῏Ησαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου τοῦ μικροῦ καὶ ᾿Ιωσῆ μήτηρ, καὶ Σαλώμη, 41 αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς ῾Ιεροσόλυμα.
3. Στον δε Λουκάν 23: 44 διαβάζομε: «Ήν δέ ωσεί ώρα έκτη καί σκότος εγένετο εφ' όλην τήν γήν έως ώρας ενάτης, τού ηλίου εκλείποντος,».44 ῏Ην δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, τοῦ ἡλίου ἐκλείποντος, 45 καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον· 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ ᾿Ιησοῦς εἶπε· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. 47 ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
συνεχίζετε…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου