H Ινώ και Λευκοθέα
είναι θυγατέρα του Κάδμου και της Αρμονίας, αδερφή της Σεμέλης, της
Αγαύης και της Αυτονόης. Τροφός του Διονύσου, συζυγος του Αθαμαντος και μητέρα
από το γάμο μαζί του των Λεάρχου και Μελικέρτη.
Etymologicum
Genuinum,
Etymologicum genuinum (littera λ)
Alphabetic letter lambda, entry 77, line 1
Alphabetic letter lambda, entry 77, line 1
<Λευκός>· παρὰ τὸ λεύσσω τὸ βλέπω, ὁ διαφανὴς καὶ
λαμπρός.
λαμπρός.
<Λευκοθέα>: ἡ Ἰνώ. ὅτι ἐμμανὴς γενομένη διὰ τοῦ Λευκοῦ
πεδίου θέουσα, ὅ ἐστι περὶ
τὴν Μεγαρίδα, ἑαυτὴν εἰς τὴν
θάλασσαν ἔρριψεν.
Μυρσίλος δὲ οὐ μόνην τὴν Ἰνὼ
Λευκοθέαν
φησίν, ἀλλὰ καὶ
τὰς Νηρηίδας Λευκοθέας ὀνομάζει.
Etymologicum Magnum, Etymologicum magnum
Kallierges page 561, line 44
<Λευκοθέα>: Ἡ Ἰνώ· ὅτι ἐμμανὴς γενομένη,
διὰ τοῦ λευκοῦ πεδίου θέουσα (ὅ ἐστι περὶ τὴν Με-
γαρίδα) ἑαυτὴν εἰς τὴν θάλασσαν ἔρριψε.
Kallierges page 561, line 44
<Λευκοθέα>: Ἡ Ἰνώ· ὅτι ἐμμανὴς γενομένη,
διὰ τοῦ λευκοῦ πεδίου θέουσα (ὅ ἐστι περὶ τὴν Με-
γαρίδα) ἑαυτὴν εἰς τὴν θάλασσαν ἔρριψε.
Etymologicum Magnum, Etymologicum magnum
Kallierges page 561, line 46
Μυρσῖνος δὲ οὐ μόνον τὴν Λευκοθέαν Ἰνὼ φησὶν, ἀλλὰ καὶ τὰς
Νηρηΐδας Λευκοθέας ὀνομάζει.
Kallierges page 561, line 46
Μυρσῖνος δὲ οὐ μόνον τὴν Λευκοθέαν Ἰνὼ φησὶν, ἀλλὰ καὶ τὰς
Νηρηΐδας Λευκοθέας ὀνομάζει.
Menecrates Hist., Fragmenta
Fragment 6, line 8
Καὶ τὴν μὲν εἰς Μέγαρα προσβρασθεῖσαν Μεγαρεῖς ἀνελόμενοι καὶ πολυτελῶς κηδεύσαντες ἐκάλεσαν Λευκοθέαν· τὸν δὲ εἰς Κόρινθον Κορίνθιοι θά-
ψαντες Μελικέρτην ἄγουσιν ἐπ' αὐτῷ ἀγῶνα τὰ Ἴσθμια.
Fragment 6, line 8
Καὶ τὴν μὲν εἰς Μέγαρα προσβρασθεῖσαν Μεγαρεῖς ἀνελόμενοι καὶ πολυτελῶς κηδεύσαντες ἐκάλεσαν Λευκοθέαν· τὸν δὲ εἰς Κόρινθον Κορίνθιοι θά-
ψαντες Μελικέρτην ἄγουσιν ἐπ' αὐτῷ ἀγῶνα τὰ Ἴσθμια.
Scholia In Aristophanem,
Scholia in vespas
(scholia vetera,
recentiora Tricliniana et Aldina)
Argumentum-dramatis personae-scholion sch vesp, verse 1413e, line 8
(2) ἐπὶ τῷ Μελικέρτῃ θεῖναι, καὶ τὴν μὲν Λευκοθέαν, τὸν δὲ Παλαίμονα μετονομασθῆναι.
Argumentum-dramatis personae-scholion sch vesp, verse 1413e, line 8
(2) ἐπὶ τῷ Μελικέρτῃ θεῖναι, καὶ τὴν μὲν Λευκοθέαν, τὸν δὲ Παλαίμονα μετονομασθῆναι.
Scholia In Homerum, Scholia in Odysseam (scholia vetera)
Book 5, hypothesis-verse 334, line 1
Λευκοθέη] Λευκοθέα ἐκλήθη ἡ Ἰνὼ ἀπὸ τοῦ θεῦσαι, ὅ ἐστι
δραμεῖν, διὰ τοῦ Λευκοῦ λεγομένου πεδίου τῆς Μεγαρίδος.
Scholia In Homerum, Scholia in Odysseam (scholia vetera)
Book 5, hypothesis-verse 334, line 4
τὴν αἰτίαν τῆς διωνυμίας ἀπέδωκεν, Ἰνὼ μὲν ὅτε ἄνθρωπος ἦν, ὅτε δὲ
ἀπεθεώθη, Λευκοθέα.
Κατά μία μυθολογική εκδοχή η Ηρα αγανακτισμένη από την
επίδειξη στοργής προς τον Διόνυσο εκ μέρους της Ινούς, ενέβαλε μανίας εις αυτήν
και τον σύζυγό της, και μεν εκείνος φόνευσε τον Λεαρχόν κατα την μανίαν του, η
δε Ινώ έρριψε το Μελικέρτη σε λέβητα με καυτό
νερό. Όταν συνήλθε παρέλαβε το πτώμα του γιού της και περιήλθε θρηνούσα στην
Βοιωτία και την Μεγαρίδα και φθάνοντας στην Μοχουρίδα Πέτρα κοντά στις
Σκυρωνίδες και έπεσε στην Θάλασσα. Εκεί ανέζησε ο Μελικέρτης και ανελθών και
στην πλάτη δελφινιού έφθασε στον κορινθιακό Ισθμό, όπου λατρεύτηκε ως Παλαίμων.
Η δε Ινώ κατά θερμήν παράκληση της Αφροδίτης προς τον Ποσειδώνα μετέβαλε
υπόστασιν και ως θαλάσσια θεά πλέον ονομάσθη Λευκοθέα. Προς τιμήν της Ινούς και του Μελικέρτου ως
Λευκοθέας και Παλαίμονος θεσπίσθηκαν τα Ισθμια.
Ode I hyp, scholion c, line 9
Ὑπόθεσις Ἰσθμίων
BD Ἐτελοῦντο μὲν οἱ παλαιοὶ πάντες ἀγῶνες ἐπί τισι τετε-
λευτηκόσιν.
ἐτελεῖτο γὰρ ὁ μὲν Ὀλυμπικὸς τῷ Διῒ διὰ τὸν
Πέλοπα, ὁ δὲ Πυθικὸς τῷ Ἀπόλλωνι
διὰ τὸν δράκοντα, ὃν
ἀπέκτεινεν ἐν Πυθοῖ, ὁ δὲ Ἰσθμικὸς τῷ Ποσειδῶνι. ἔστι δὲ
ἡ ἱστορία αὕτη.
Ἰνοῦς
καὶ Ἀθάμαντος
παῖδες Λέαρχος καὶ
Μελικέρτης· τὸν μὲν δὴ
Λέαρχον μανεὶς ὁ Ἀθάμας ἀπέ-
κτεινεν, εἶτα ἡ μήτηρ αὐτοῦ καθῆκεν αὐτὸν εἰς λέβητα ὕδατος
ζεστοῦ, μανεῖσα δὲ καὶ αὐτὴ τὸ τελευταῖον ἥλατο μετὰ τοῦ
Μελικέρτου εἰς θάλασσαν, καὶ ἐγένετο μὲν ἡ Ἰνὼ μία τῶν
Νηρεΐδων, ἧς καὶ
ὁ ποιητὴς
μέμνηται (ε 433)· ἔστι δὲ αὕτη
Λευκοθέα· ὁ δὲ Μελικέρτης μετεβλήθη εἰς δαίμονα·
ἔστι δὲ
οὗτος Παλαίμων.
χορεύουσαι τοίνυν ποτὲ αἱ Νηρεΐδες ἐπε-
φάνησαν τῷ Σισύφῳ καὶ
ἐκέλευσαν εἰς τιμὴν τοῦ Μελικέρτου
ἄγειν τὰ Ἴσθμια.
ἄλλως. τὸν τῶν
Ἰσθμίων ἀγῶνα οἱ
μὲν ἐπὶ Σίνιδι
τῷ Προκρούστῃ διαθεῖναί
φασι τὸν Θησέα ἀνελόντα αὐτὸν,
ὅτε περ καὶ τοὺς
ἄλλους, ὥς
φησι Σοφοκλῆς (fr. 819) λέγων
περὶ αὐτοῦ·
ὃς παρακτίαν
στείχων ἀνημέρωσα
κνωδάλων ὁδόν.
ὁ δὲ Σίνις Ποσειδῶνος
παῖς, ὃς
δένδρα κάμπτων, εἶτα συν-
δεσμῶν εἰς ταῦτα
τοὺς παριόντας, ἀθρόως ἀφιεὶς τὰ
δένδρα,
οὕτω διέφθειρεν. οἱ δὲ ἐπὶ Μελικέρτῃ, ὅτε τῷ Ἰσθμῷ ἄταφος
προσεπελάσθη, καὶ μεταξὺ λιμοῦ τὴν Κορινθίων
πόλιν κατα-
σχόντος, τοῦ θεοῦ εἰπόντος οὐκ ἄλλην ἔσεσθαι τῶν κακῶν
λύσιν ἢ τὴν ἐκείνου κηδείαν καὶ τιμὴν δι' ἀγῶνος ἐπιταφίου·
τοῦτο δὲ πρὸς
ὀλίγον ποιησάντων τῶν Κορινθίων λιμὸς πάλιν
ἐπέθετο, καὶ ἔχρησεν
ὁ θεὸς
αἰώνιον τὴν
εἰς τὸν
ἥρωα τιμὴν
ὑπάρχειν, καὶ στέφανον σελίνου διὰ τὸ καταχθόνιον εἶναι τὸ
φυτόν· ὕστερον
μέντοι καὶ τῷ θεῷ προσένειμαν τὸν ἀγῶνα
ἐναλλὰξ ἐπιτελοῦντες, καὶ
πίτυϊ λοιπὸν ἐστεφάνουν διὰ τὴν
πρὸς τὴν θάλασσαν ὁμοειδίαν
τοῦ φυτοῦ
καὶ διὰ
τὸ ἄκαρπον
αὐτὴν εἶναι.
ὥσπερ τὴν
θάλασσαν· διὸ καὶ ἀτρύγετος· εἶτα
σημαίνοντες, ὡς οὐδὲν
κέρδος τοῖς νικῶσιν ἀπὸ τοῦ
στεφάνου
πλὴν δόξης, ὅπερ καὶ
ἐν Ὀλυμπίᾳ ἐποίησαν,
κοτίνῳ στεφα-
νοῦντες. πάντας δὲ εἰκότως
τοὺς γενομένους ὑπερηφάνους
καὶ γενναίους Ποσειδῶνος παῖδάς
φασιν οἱ ποιηταὶ, εἰς τὸ
τῆς θαλάσσης ἄγριον καὶ
οὐ σταθερὸν
ἀφορῶντες
κἀκεῖθεν
τὴν εἰκόνα τοῦ
τοιούτου λαμβάνοντες· ὅπερ καὶ Ὅμηρος
ὑποδηλῶν λέγει (Π 34)·
γλαυκὴ
δέ σ' ἔτικτε θάλασσα
πέτραι τ' ἠλίβατοι,
ὅτι τοι νόος ἐστὶν ἀπηνής.
οἱ δὲ κομίσαντες τὸ
σῶμα τοῦ
Μελικέρτου ἀπὸ τῆς Σχοινουν-
τίας. ἐκεῖ γὰρ
ἐξερρίφη, Ἀμφίμαχος καὶ Δονακῖνος ἐκαλοῦντο.
ἄλλως. τὸν τῶν
Ἰσθμιονικῶν
ἀγῶνα
τεθῆναί φασι
δι' αἰτίαν τοιαύτην.
Ἰνὼ ὑπὸ Ἀθάμαντος ἀναιρεθῆναι μέλ-
λουσα, κατὰ μανίαν προανῃρημένου τοῦ υἱοῦ αὐτῆς Λεάρχου,
καὶ αὐτὴ μανεῖσα, τὸν λοιπὸν παῖδα Μελικέρτην ἁρπάσασα
διὰ Γερανείας τοῦ ὄρους τοῦ Μεγαρικοῦ φυγοῦσα καὶ στᾶσα
ἐπὶ τῆς καλουμένης Μολουρίδος πέτρας ἥλατο σὺν
τῷ βρέφει
εἰς τὴν ὑποκειμένην
θάλασσαν. αὐτοὺς μὲν οὖν λόγος ἔχει
ἀποτεθεῶσθαι, καὶ τὴν μὲν μετωνομάσθαι ἀντὶ Ἰνοῦς Λευκο-
θέαν, τὸν δὲ ἀντὶ Μελικέρτου Παλαίμονα· τὸ δὲ τοῦ παιδὸς
σῶμα ἐκκομισθὲν ὑπὸ δελφῖνος εἰς τὸν Ἰσθμὸν εὗρε Σίσυφος
ὁ τότε τῆς Κορίνθου
βασιλεύων καὶ ἔθαψε διὰ τὴν συγγέ-
νειαν· ἦν γὰρ Ἀθάμαντος παῖς.
ἕτεροι δὲ
Σίσυφός τε καὶ
Ἀθάμας Αἰόλου παῖδες
τοῦ Διός. ἐκάλεσαν δὲ τὸν ἀγῶνα
Ἴσθμια ἀπὸ
τοῦ διείργοντος τὰς δύο θαλάσσας Ἰσθμοῦ. στέφος
δέ ἐστι τοῦ ἀγῶνος πίτυς· τὸ
δὲ ἀνέκαθεν
σέλινα καὶ αὐτοῦ
ἦν ὁ στέφανος.
ἄλλως. τὰ Ἴσθμια
ἄγεται τῷ
Μελικέρτῃ. Ἀθάμαντος
μανέντος. διὰ χόλον
τῆς Ἥρας
καὶ σφάξαντος ἕνα τῶν παί-
δων τὸν Λέαρχον,
μέλλοντος δὲ ἅμα εἰς ζέοντα λέβητα
βαλεῖν
καὶ τὸν Μελικέρτην, προλαβοῦσα ἡ Ἰνὼ
κλέπτει· διωκο-
μένη δὲ ἅλλεται εἰς
θάλασσαν μετὰ τοῦ παιδός· Νηρεΐδες δὲ
αὐτὴν ἔσωσαν,
αἳ καὶ
θεὸν αὐτὴν ἐποίησαν·
φανεῖσα δὲ
μία
τῷ Σισύφῳ εἶπεν
ἄγειν τὸν
ἀγῶνα.
ἐσιωπήθη δὲ πρὸς χρόνον
διὰ τοὺς λῃστάς,
Θησεὺς δὲ
ἐλθὼν
ἐκάθηρε τοὺς τόπους καὶ
ἦγε δεύτερον.
Scholia In Homerum, Scholia in Odysseam (scholia
vetera)
Book 5, hypothesis-verse 334, line 11
Book 5, hypothesis-verse 334, line 11
Κάδμου θυγάτηρ] διὰ τί αὕτη μόνη οἰκτείρει τὸν Ὀδυσσέα;
λύεται δὲ ἐκ τῆς
λέξεως. φησὶ γὰρ αὐτὴν ἄνθρωπον
εἶναι πρότε-
ρον. ὡς ὁμοιοπαθὴς
οὖν ἄνθρωπος
εἰκότως οἰκτείρει
τὸν Ὀδυσσέα.
οὐκ ἐναντιοῦται
οὖν Ποσειδῶνι. κἀκεῖνος γὰρ
οἶδεν ὅτι
δεῖ σωθῆναι
αὐτόν. Q. ἐλεεῖ
αὐτὸν
ὡς ἄνθρωπος
γενομένη Ἰνώ. ἢ ὅτι ἦν φιλο-
γύνης ὁ Ὀδυσσεὺς,
ἡ δὲ
διὰ τὸν
Ἀθάμαντα ἐδυστύχησεν.
V.
Λευκοθέη] Λευκοθέα ἐκλήθη
ἡ Ἰνὼ ἀπὸ τοῦ
θεῦσαι, ὅ
ἐστι
δραμεῖν, διὰ τοῦ
Λευκοῦ λεγομένου πεδίου τῆς Μεγαρίδος. E.V.
τὴν αἰτίαν τῆς
διωνυμίας ἀπέδωκεν, Ἰνὼ μὲν ὅτε
ἄνθρωπος ἦν,
ὅτε δὲ
ἀπεθεώθη, Λευκοθέα.
B.E.P.Q.T.
τὰ δὲ περὶ
τὴν Λευκοθέαν οὕτως ἔχει. Ἀθάμαντι συνῴκει
ἡ Ἰνὼ,
καὶ παῖδες αὐτῇ γίνονται Λέαρχος καὶ Μελικέρτης. μανεὶς δὲ Ἀθά-
μας διὰ τὴν μῆνιν Ἥρας, ὅτι ἔθρεψε τὸν Διόνυσον ἡ Ἰνὼ, τὸν μὲν Λέαρχον ἀναιρεῖ, ἔμελλε δὲ καὶ τὸν ἕτερον. ἀναλαβοῦσα δὲ αὐτὸν ἡ Ἰνὼ φεύγει καὶ ἑαυτὴν εἰς τὴν θάλασσαν ῥίπτει..
…διὰ δὲ τὴν Διονύσου τροφὴν σὺν τῷ παιδὶ ἰσοθέου τιμῆς ἔλαχε, καὶ
τὰ ὀνόματα
μετέβαλεν ἡ μὲν Λευκοθέα κληθεῖσα διὰ
τὸ φυγὴν
πεποιῆσθαι διὰ τοῦ Λευκοῦ πεδίου τῆς
Μεγαρίδος, ὁ δὲ Παλαίμων διὰ τὸ συλλαμβάνεσθαι τοῖς παλαίουσι κατὰ θάλασσαν
Συνεχίζετε
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου