Συνεχίζοντας την
αναζήτηση για την ιστορία και τις περιπέτειες του Γλαύκου/Μελικέρτη/Παλαίμωνα
περνάμε και στους «Δειπνοσοφιστές»
Athenaeus Soph., Deipnosophistae
Book 7, Kaibel paragraph 48, line 13
Book 7, Kaibel paragraph 48, line 13
Πόσσις δ' ὁ Μάγνης ἐν
τρίτῳ Ἀμαζονίδος τῆς Ἀργοῦς φησι δημιουργὸν γενέ-
σθαι τὸν Γλαῦκον καὶ κυβερνῶντα αὐτήν, ὅτε Ἰάσων
μετὰ τῶν Τυρρηνῶν ἐμάχετο, μόνον ἄτρωτον γενέσθαι
ἐν τῇ ναυμαχίᾳ· κατὰ δὲ Διὸς βούλησιν ἐν τῷ τῆς
θαλάσσης βυθῷ φανῆναι καὶ οὕτως γενέσθαι θαλάτ-
τιον δαίμονα ὑπὸ μόνου τε Ἰάσονος θεωρηθῆναι.
Νικάνωρ δὲ ὁ Κυρηναῖος ἐν Μετονομασίαις τὸν
Μελικέρτην φησὶ Γλαῦκον μετονομασθῆναι.
ἱστορεῖ δὲ περὶ αὐτοῦ καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος ἐν τῷ
ἐπιγραφομένῳ Ἁλιεῖ (p. 238
M), ὡς ὅτι ‘γευσάμενος
βοτάνης’ κατεποντώθη,
τὴν μαντικήν
φησιν Ἀπόλλωνα ὑπὸ Γλαύκου διδαχθῆναι· θηρῶντα
δὲ περὶ τὴν Ὀρείην (ὄρος δὲ τοῦθ' ὑπάρχειν ὑψηλὸν
ἐν Αἰτωλίᾳ) λαγὼν θηρᾶσαι, ὃν λιποθυμοῦντα ὑπὸ
τῆς διώξεως ἀπαγαγεῖν ὑπὸ κρήνῃ τινὶ καὶ τῇ παρα-
κειμένῃ πόᾳ ἤδη ὑποψυχόμενον ἀπομάσσειν. ἀναζω-
πυρήσαντος δὲ τοῦ λαγὼ τῇ βοτάνῃ ἐπιγνόντα τῆς
βοτάνης τὴν δύναμιν ἀπογεύσασθαι καὶ ἔνθεον γενό-
μενον ἐπιγενομένου χειμῶνος κατὰ Διὸς βούλησιν εἰς
τὴν θάλασσαν αὑτὸν ἐκρῖψαι. Ἡδύλος δ' ὁ Σάμιος
ἢ Ἀθηναῖος Μελικέρτου φησὶν ἐρασθέντα τὸν Γλαῦκον
ἑαυτὸν ῥῖψαι εἰς τὴν θάλατταν. Ἡδύλη δ' ἡ τοῦ
ποιητοῦ τούτου μήτηρ, Μοσχίνης δὲ θυγάτηρ τῆς
Ἀττικῆς ἰάμβων ποιητρίας, ἐν τῇ ἐπιγραφομένῃ Σκύλλῃ
ἱστορεῖ τὸν Γλαῦκον ἐρασθέντα
Σκύλλης ἐλθεῖν αὐτῆς
εἰς τὸ ἄντρον ‘ἢ κόγχου δωρήματα’ φέροντα...