Παρακάτω δίδονται κείμενα που περιγράφουν τις οργιαστικές λατρείες της μεγάλης μητέρας Θεάς Ρέας/Κυβέλης/Δήμητρος.
Οι περιγραφές μιλούν από μόνες τους. Εορτές στις οποίες οι ιερείς κρατούν κλαδιά δένδρων, καρπών, είδαμε ανάλογα αγάλματα, ανάφλυφα, με χορούς και τελετές κοινές για πολλούς θεούς. Για την θεά «Δήμητρα δὲ οἵ τε μύσται και δᾳδοῦχοι καὶ ἱεροφάνται»
Στην Κρήτη λοιπόν οι ιερείς τελούν τις τελετές μέσω συγκεκριμένης τελετουργίας και μυστικών θρησκευτικών τελετών(οργιασμός) μέσω ιερέων οι οποίοι ονομάζονται Κουρήτες( Νέοι-Κούροι) οπλισμένοι όπου με χορευτικές κινήσεις αναπαριστούν τον μύθο της γέννησης του Διός και το ξεγέλασμα του Κρόνου από την Ρέα καθώς και την επιμέλεια και μεγάλωμα του τέκνου της κλπ.
Βασικά όργανα που κρατούν τον ρυθμό και ακούγονται είναι τα τύμπανα, κύμβαλα, κρόταλα αλλά και ο αυλός.
Όλοι είναι εκπαιδευμένοι και γνωρίζουν τους ρυθμούς των ψαλμών
(ψαλμὸς δ' ἀλαλάζει· ταυρόφθογγοι
(ψαλμὸς δ' ἀλαλάζει· ταυρόφθογγοι
“δ' ὑπομυκῶνται ποθὲν ἐξ ἀφανοῦς φοβεροὶ μῖμοι,
“τυπάνου δ' εἰκὼν ὥσθ' ὑπογαίου βροντῆς φέρεται
“βαρυταρβής)
και τους ήχους που πρέπει ν΄ ακουστούν. Τα ιερά και οι ήχοι αντίστοιχοι σε χώρους ιερούς και σε Φρυγία και σε Κρήτη, Μ. Ασία, Πελοπόννησο κλπ. Οι λατρείες κοινές και οι Θεές στην ουσία οι ίδιες με διαφορετικές ονομασίες/επίθετα αλλά όλες ανεξαιρέτως λατρεύονται με τις ιδιότητες της ΜΕΓΑΛΗΣ ΜΗΤΕΡΑΣ ΘΕΑΣ της γονιμότητας και της αναγέννησης.
Oι Κορύβαντες δε, μπορεί να είναι οι χοροβάτες αυτοί που μπαίνουν στον χορό και συμμετέχουν σ΄αυτον καθώς και στην λατρεία της θεάς και στο όλο εορταστικό δρώμενο αν το δούμε ως ένα είδος πανηγυριού (εορτής δηλαδή όπου πλήθος ατόμων ευθυμούν, διασκεδάζουν και ευφραίνονται κλπ)
Aelius Herodianus et Pseudo-Herodianus Gramm., Rhet., Partitiones (= Ἐπιμερισμοί) [Sp.?]e codd. Paris. 2543 + 2570) (
Page 152, line 2
Δίφθογγα δὲ ταῦτα· χρεία· χρειὼ, τὸ αὐτό· χρειῶδες·
καὶ χρείω, τὸ μαντεύομαι, ἐπὶ ἐνεστῶτος καὶ παρατατι-
κοῦ, ἐπὶ δὲ τῶν ἄλλων χρόνων διὰ τοῦ η.
Πᾶσα λέξις ἀπὸ τῆς χο συλλαβῆς ἀρχομένη διὰ τοῦ
ο μικροῦ γράφεται· οἷον· χορός· χορεία, ἡ πανήγυρις· χορο-
βατῶ· χοροβατία· χοροτυπία· χορηγός· χορηγία· Χορίκιος,
κύριον· χορεῖος, στίχος· χορίον, τὸ ἔντερον· χολή· χολοδό-
χον, ἀγγεῖον· χολάδες, τὰ ἔντερα· χόλος, ἡ ὀργή· χολῶ,
τὸ ὀργίζομαι· χοϊκόν· χοῶδες· Χοβὰρ, τόπος· χοὴ, ἡ
θυσία· χοάνη, ἡ χόνη· καὶ χοανεύω, ῥῆμα· Χοάσπης,
ποταμός· Χολογοδόμορ, κύριον· Χοσρόης, κύριον· Χορ-
βιᾶται, ἔθνος· χόνδρος, τὸ ἐν τοῖς μέλεσι τραγανόν.
Oι Κορύβαντες δε, μπορεί να είναι οι χοροβάτες αυτοί που μπαίνουν στον χορό και συμμετέχουν σ΄αυτον καθώς και στην λατρεία της θεάς και στο όλο εορταστικό δρώμενο αν το δούμε ως ένα είδος πανηγυριού (εορτής δηλαδή όπου πλήθος ατόμων ευθυμούν, διασκεδάζουν και ευφραίνονται κλπ)
Aelius Herodianus et Pseudo-Herodianus Gramm., Rhet., Partitiones (= Ἐπιμερισμοί) [Sp.?]e codd. Paris. 2543 + 2570) (
Page 152, line 2
Δίφθογγα δὲ ταῦτα· χρεία· χρειὼ, τὸ αὐτό· χρειῶδες·
καὶ χρείω, τὸ μαντεύομαι, ἐπὶ ἐνεστῶτος καὶ παρατατι-
κοῦ, ἐπὶ δὲ τῶν ἄλλων χρόνων διὰ τοῦ η.
Πᾶσα λέξις ἀπὸ τῆς χο συλλαβῆς ἀρχομένη διὰ τοῦ
ο μικροῦ γράφεται· οἷον· χορός· χορεία, ἡ πανήγυρις· χορο-
βατῶ· χοροβατία· χοροτυπία· χορηγός· χορηγία· Χορίκιος,
κύριον· χορεῖος, στίχος· χορίον, τὸ ἔντερον· χολή· χολοδό-
χον, ἀγγεῖον· χολάδες, τὰ ἔντερα· χόλος, ἡ ὀργή· χολῶ,
τὸ ὀργίζομαι· χοϊκόν· χοῶδες· Χοβὰρ, τόπος· χοὴ, ἡ
θυσία· χοάνη, ἡ χόνη· καὶ χοανεύω, ῥῆμα· Χοάσπης,
ποταμός· Χολογοδόμορ, κύριον· Χοσρόης, κύριον· Χορ-
βιᾶται, ἔθνος· χόνδρος, τὸ ἐν τοῖς μέλεσι τραγανόν.
Τα ονοματα και οι ρόλοι των ιερέων διαφέρουν ανάλογα με το έργο που επιτελεί ο καθένας τους.
Οπως και τα ονοματα επίθετα της εκάστοτε τοπικής Θέας. Η Ρεα, Κυβέλη, Νάννα, Δήμητρα, Ηρα, Κοκκυτώ κλπ...
Παρακάτω κείμενο του Στράβωνα από τα Γεωγραφικά του για τις λατρείες και τους Κάβειρους, Κορύβαντες, Κουρήτες και τις τελετές οπως αυτές απεικονίζονται με την συνοδεία μουσικής, ιερέων κλπ
Strabo Geogr., Geographica Book 10, chapter 3, section 15, line 5
Καὶ διὰ τοῦτο μουσικὴν ἐκάλεσε Πλάτων καὶ ἔτι
πρότερον οἱ Πυθαγόρειοι τὴν φιλοσοφίαν, καὶ καθ'
ἁρμονίαν τὸν κόσμον συνεστάναι φασί, πᾶν τὸ μουσι-
κὸν εἶδος θεῶν ἔργον ὑπολαμβάνοντες. οὕτω δὲ καὶ
10.3.10.5
αἱ Μούσαι θεαὶ καὶ Ἀπόλλων μουσηγέτης καὶ ἡ ποιη-
τικὴ πᾶσα ὑμνητική. ὡσαύτως δὲ καὶ τὴν τῶν ἠθῶν
κατασκευὴν τῇ μουσικῇ προσνέμουσιν, ὡς πᾶν τὸ ἐπα-
νορθωτικὸν τοῦ νοῦ τοῖς θεοῖς ἐγγὺς ὄν. οἱ μὲν οὖν
Ἕλληνες οἱ πλεῖστοι τῷ Διονύσῳ προσέθεσαν καὶ τῷ
Ἀπόλλωνι καὶ τῇ Ἑκάτῃ καὶ ταῖς Μούσαις καὶ Δήμη-
τρι, νὴ Δία, τὸ ὀργιαστικὸν πᾶν καὶ τὸ βακχικὸν καὶ
τὸ χορικὸν καὶ τὸ περὶ τὰς τελετὰς μυστικόν, Ἴακχόν
τε καὶ τὸν Διόνυσον καλοῦσι καὶ τὸν ἀρχηγέτην τῶν
μυστηρίων, τῆς Δήμητρος δαίμονα· δενδροφορίαι τε
καὶ χορεῖαι καὶ τελεταὶ κοιναὶ τῶν θεῶν εἰσι τούτων·
αἱ δὲ Μοῦσαι καὶ ὁ Ἀπόλλων αἱ μὲν τῶν χορῶν προε-
στᾶσιν ὁ δὲ καὶ τούτων καὶ τῶν κατὰ μαντικήν· πρό-
πολοι δὲ τῶν Μουσῶν οἱ πεπαιδευμένοι πάντες, καὶ
ἰδίως οἱ μουσικοί, τοῦ δ' Ἀπόλλωνος οὗτοί τε καὶ οἱ
περὶ μαντικήν, Δήμητρος δὲ οἵ τε μύσται καὶ δᾳδοῦχοι
καὶ ἱεροφάνται, Διονύσου δὲ Σειληνοί τε καὶ Σάτυροι
καὶ Τίτυροι καὶ Βάκχαι, Λῆναί τε καὶ Θυῖαι καὶ Μι-
μαλλόνες καὶ Ναΐδες καὶ Νύμφαι προσαγορευόμεναι.
Ἐν δὲ τῇ Κρήτῃ καὶ ταῦτα καὶ τὰ τοῦ Διὸς ἱερὰ
ἰδίως ἐπετελεῖτο μετ' ὀργιασμοῦ καὶ τοιούτων προπό-
λων οἷοι περὶ τὸν Διόνυσόν εἰσιν οἱ Σάτυροι· τούτους
δ' ὠνόμαζον Κουρῆτας, νέους τινὰς ἐνόπλιον κίνησιν
μετ' ὀρχήσεως ἀποδιδόντας, προστησάμενοι μῦθον
τὸν περὶ τῆς τοῦ Διὸς γενέσεως, ἐν ᾧ τὸν μὲν Κρόνον
εἰσάγουσιν εἰθισμένον καταπίνειν τὰ τέκνα ἀπὸ τῆς
“γενέσεως εὐθύς, τὴν δὲ Ῥέαν πειρωμένην ἐπικρύπτε-
σθαι τὰς ὠδῖνας καὶ τὸ γεννηθὲν βρέφος ἐκποδὼν ποι-
εῖν καὶ περισώζειν εἰς δύναμιν, πρὸς δὲ τοῦτο συνερ-
γοὺς λαβεῖν τοὺς Κουρῆτας, οἳ μετὰ τυμπάνων καὶ
τοιούτων ἄλλων ψόφων καὶ ἐνοπλίου χορείας καὶ θο-
ρύβου περιέποντες τὴν θεὸν ἐκπλήξειν ἔμελλον τὸν
Κρόνον καὶ λήσειν ὑποσπάσαντες αὐτοῦ τὸν παῖδα, τῇ
δ' αὐτῇ ἐπιμελείᾳ καὶ τρεφόμενον ὑπ' αὐτῶν παραδί-
δοσθαι· ὥσθ' οἱ Κουρῆτες ἤτοι διὰ τὸ νέοι καὶ κόροι
ὄντες ὑπουργεῖν ἢ διὰ τὸ κουροτροφεῖν τὸν Δία (λέγε-
ται γὰρ ἀμφοτέρως) ταύτης ἠξιώθησαν τῆς προσηγο-
ρίας, οἱονεὶ Σάτυροί τινες ὄντες περὶ τὸν Δία. οἱ μὲν
οὖν Ἕλληνες τοιοῦτοι περὶ τοὺς ὀργιασμούς.
Οἱ δὲ Βερέκυντες Φρυγῶν τι φῦλον καὶ ἁπλῶς οἱ
Φρύγες καὶ τῶν Τρώων οἱ περὶ τὴν Ἴδην κατοικοῦντες
Ῥέαν μὲν καὶ αὐτοὶ τιμῶσι καὶ ὀργιάζουσι ταύτῃ, μη-
τέρα καλοῦντες θεῶν καὶ Ἄγδιστιν καὶ Φρυγίαν θεὸν
μεγάλην, ἀπὸ δὲ τῶν τόπων Ἰδαίαν καὶ Δινδυμήνην
καὶ Σιπυληνὴν καὶ Πεσσινουντίδα καὶ Κυβέλην [καὶ
Κυβήβην]. οἱ δ' Ἕλληνες τοὺς προπόλους αὐτῆς ὁμω-
νύμως Κουρῆτας λέγουσιν, οὐ μήν γε ἀπὸ τῆς αὐτῆς
μυθοποιίας, ἀλλ' ἑτέρους ὡς ἂν ὑπουργούς τινας, τοῖς
Σατύροις ἀνὰ λόγον· τοὺς δ' αὐτοὺς καὶ Κορύβαντας
καλοῦσι.
Μάρτυρες δ' οἱ ποιηταὶ τῶν τοιούτων ὑπονοιῶν·
ὅ τε γὰρ Πίνδαρος ἐν τῷ διθυράμβῳ οὗ ἡ ἀρχή “πρὶν
“μὲν εἷρπε σχοινοτένεια τ' ἀοιδὰ διθυράμβων,” μνη-
σθεὶς τῶν περὶ τὸν Διόνυσον ὕμνων τῶν τε παλαιῶν
καὶ τῶν ὕστερον, μεταβὰς ἀπὸ τούτων φησί “σοὶ μὲν
“κατάρχειν, μᾶτερ μεγάλα, πάρα ῥόμβοι κυμβάλων,
“ἐν δὲ κεχλάδειν κρόταλ', αἰθομένα τε δᾲς ὑπὸ ξαν-
θαῖσι πεύκαις,” τὴν κοινωνίαν τῶν περὶ τὸν Διόνυ-
σον ἀποδειχθέντων νομίμων παρὰ τοῖς Ἕλλησι καὶ τῶν
παρὰ τοῖς Φρυξὶ περὶ τὴν μητέρα τῶν θεῶν συνοι-
κειῶν ἀλλήλοις. Εὐριπίδης τε ἐν ταῖς Βάκχαις τὰ πα-
ραπλήσια ποιεῖ, τοῖς Φρυγίοις ἅμα καὶ τὰ Λύδια συμ-
φέρων διὰ τὸ ὅμορον “ἀλλ' ὦ λιποῦσαι Τμῶλον, ἔρυμα
“Λυδίας, θίασος ἐμὸς γυναῖκες, [ἃς ἐκ βαρβάρων ἐκό-
μισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί, αἴρεσθε τἀ-
“πιχώρι' ἐν πόλει Φρυγῶν τύμπανα, Ῥέας τε μητρὸς]
“ἐμά θ' εὑρήματα.” καὶ πάλιν “ὦ μάκαρ, ὅστις εὐδαί-
“μων [τελετὰς θεῶν εἰδώς], βιοτὰν ἁγιστεύει. τά τε
“ματρὸς μεγάλας ὄργια Κυβέλας θεμιστεύων ἀνὰ θύρ-
“σον τε τινάσσων, κισσῷ [τε] στεφανωθεὶς [Διόνυ-
“σον] θεραπεύει. ἴτε Βάκχαι, [ἴτε Βάκχαι,] βρόμιον
“παῖδα θεὸν θεοῦ Διόνυσον κατάγουσαι Φρυγίων ἐξ
“ὀρέων Ἑλλάδος εἰς εὐρυχόρους ἀγυιάς.” πάλιν δ'
ἐν τοῖς ἑξῆς καὶ τὰ Κρητικὰ συμπλέκει τούτοις “ὦ θα-
“λάμευμα Κουρήτων, ζάθεοί τε Κρήτας διογενέτορες
“ἔναυλοι, ἔνθα τρικόρυθες ἄντροις βυρσότονον κύ-
“κλωμα τόδε μοι Κορύβαντες εὗρον. ἀνὰ δὲ βακχεῖα
“συντόνῳ κέρασαν ἁδυβόᾳ Φρυγίων αὐλῶν πνεύματι,
“ματρός τε Ῥέας εἰς χέρα θῆκαν κτύπον εὐάσμασι
“Βακχᾶν, παρὰ δὲ μαινόμενοι Σάτυροι ματέρος ἐξα-
“νύσαντο Ῥέας. εἰς δὲ χορεύματα προσῆψαν τριετη-
“ρίδων, αἷς χαίρει Διόνυσος.” καὶ ἐν Παλαμήδει φη-
σὶν ὁ χορός “οὐ σὺν Διονύσῳ * κωμᾶν, ὃς ἀν' Ἴδαν
“τέρπεται σὺν ματρὶ φίλᾳ τυμπάνων ἰάκχοις.”
Καὶ Σειληνὸν καὶ Μαρσύαν καὶ Ὄλυμπον συνά-
γοντες εἰς ἓν καὶ εὑρετὰς αὐλῶν ἱστοροῦντες πάλιν
καὶ οὕτως τὰ Διονυσιακὰ καὶ Φρύγια εἰς ἓν συμφέ-
ρουσι, τήν τε Ἴδην καὶ τὸν Ὄλυμπον συγκεχυμένως
καὶ οὕτως τὰ Διονυσιακὰ καὶ Φρύγια εἰς ἓν συμφέ-
ρουσι, τήν τε Ἴδην καὶ τὸν Ὄλυμπον συγκεχυμένως
πολλάκις ὡς τὸ αὐτὸ ὄρος κτυποῦσιν. εἰσὶ μὲν οὖν λό-
φοι τέτταρες Ὄλυμποι καλούμενοι τῆς Ἴδης κατὰ τὴν
Ἀντανδρίαν, ἔστι δὲ καὶ ὁ Μυσὸς Ὄλυμπος, ὅμορος
μὲν οὐχ ὁ αὐτὸς δὲ τῇ Ἴδῃ. ὁ δ' οὖν Σοφοκλῆς ποιή-
σας τὸν Μενέλαον ἐκ τῆς Τροίας ἀπαίρειν σπεύδοντα
ἐν τῇ Πολυξένῃ, τὸν δ' Ἀγαμέμνονα μικρὸν ὑπολει-
φθῆναι βουλόμενον τοῦ ἐξιλάσασθαι τὴν Ἀθηνᾶν χά-
ριν, εἰσάγει λέγοντα τὸν Μενέλαον “σὺ δ' αὖθι μί-
“μνων που κατ' Ἰδαίαν χθόνα ποίμνας Ὀλύμπου συν-
“αγαγὼν θυηπόλει.”
- ιερέας Κυβέλης Ρέας με τα μουσικά του όργανα-
Τῷ δ' αὐλῷ καὶ κτύπῳ κροτάλων τε καὶ κυμβά-
λων καὶ τυμπάνων καὶ ταῖς ἐπιβοήσεσι καὶ εὐασμοῖς
καὶ ποδοκρουστίαις οἰκεῖα ἐξεύροντο καί τινα τῶν
ὀνομάτων, ἃ τοὺς προπόλους καὶ χορευτὰς καὶ θερα-
πευτὰς τῶν ἱερῶν ἐκάλουν, Καβείρους καὶ Κορύβαν-
τας καὶ Πᾶνας καὶ Σατύρους καὶ Τιτύρους καὶ τὸν
θεὸν Βάκχον καὶ τὴν Ῥέαν Κυβέλην καὶ Κυβήβην καὶ
Δινδυμήνην κατὰ τοὺς τόπους αὐτούς. καὶ ὁ Σαβά-
ζιος δὲ τῶν Φρυγιακῶν ἐστι καὶ τρόπον τινὰ τῆς μη
τρὸς τὸ παιδίον παραδοὺς τὰ τοῦ Διονύσου καὶ αὐτός.
Τούτοις δ' ἔοικε καὶ τὰ παρὰ τοῖς Θρᾳξὶ τά τε Κο-
τύττια καὶ τὰ Βενδίδεια, παρ' οἷς καὶ τὰ Ὀρφικὰ τὴν
καταρχὴν ἔσχε. τῆς μὲν οὖν Κότυος τῆς ἐν τοῖς Ἠδω-
νοῖς Αἰσχύλος μέμνηται καὶ τῶν περὶ αὐτὴν ὀργάνων.
εἰπὼν γάρ “σεμνὰ Κότυς” ἐν τοῖς Ἠδωνοῖς “ὄρεια δ'
“ὄργαν' ἔχοντες,” τοὺς περὶ τὸν Διόνυσον εὐθέως
ἐπιφέρει “ὁ μὲν ἐν χερσὶν βόμβυκας ἔχων, τόρνου
“κάματον, δακτυλόδικτον πίμπλησι μέλος, μανίας
“ἐπαγωγὸν ὁμοκλάν· ὁ δὲ χαλκοδέτοις κοτύλαις ὀτο-
“βεῖ.” καὶ πάλιν “ψαλμὸς δ' ἀλαλάζει· ταυρόφθογγοι
“δ' ὑπομυκῶνται ποθὲν ἐξ ἀφανοῦς φοβεροὶ μῖμοι,
“τυπάνου δ' εἰκὼν ὥσθ' ὑπογαίου βροντῆς φέρεται
“βαρυταρβής.” ταῦτα γὰρ ἔοικε τοῖς Φρυγίοις· καὶ
οὐκ ἀπεικός γε, ὥσπερ αὐτοὶ οἱ Φρύγες Θρᾳκῶν ἄποι-
κοί εἰσιν, οὕτω καὶ τὰ ἱερὰ ἐκεῖθεν μετενηνέχθαι. καὶ
τὸν Διόνυσον δὲ καὶ τὸν Ἠδωνὸν Λυκοῦργον συνά-
γοντες εἰς ἓν τὴν ὁμοιοτροπίαν τῶν ἱερῶν αἰνίττονται.
Ἀπὸ δὲ τοῦ μέλους καὶ τοῦ ῥυθμοῦ καὶ τῶν ὀρ-
γάνων καὶ ἡ μουσικὴ πᾶσα Θρᾳκία καὶ Ἀσιᾶτις νενό-
μισται. δῆλον δ' ἔκ τε τῶν τόπων ἐν οἷς αἱ Μοῦσαι
τετίμηνται· Πιερία γὰρ καὶ Ὄλυμπος καὶ Πίμπλα καὶ
Λείβηθρον τὸ παλαιὸν ἦν Θρᾴκια χωρία καὶ ὄρη, νῦν
δὲ ἔχουσι Μακεδόνες· τόν τε Ἑλικῶνα καθιέρωσαν
ταῖς Μούσαις Θρᾷκες οἱ τὴν Βοιωτίαν ἐποικήσαντες,
οἵπερ καὶ τὸ τῶν Λειβηθριάδων νυμφῶν ἄντρον κα-
θιέρωσαν. οἵ τ' ἐπιμεληθέντες τῆς ἀρχαίας μουσικῆς
Θρᾷκες λέγονται, Ὀρφεύς τε καὶ Μουσαῖος καὶ Θάμυ-
ρις, καὶ τῷ Εὐμόλπῳ δὲ τοὔνομα ἐνθένδε, καὶ οἱ τῷ
Διονύσῳ τὴν Ἀσίαν ὅλην καθιερώσαντες μέχρι τῆς
Ἰνδικῆς ἐκεῖθεν καὶ τὴν πολλὴν μουσικὴν μεταφέρου-
σι· καὶ ὁ μέν τίς φησιν “κιθάραν Ἀσιᾶτιν ῥάσσων,” ὁ
δὲ τοὺς αὐλοὺς Βερεκυντίους καλεῖ καὶ Φρυγίους· καὶ
τῶν ὀργάνων ἔνια βαρβάρως ὠνόμασται νάβλας καὶ
σαμβύκη καὶ βάρβιτος καὶ μαγάδις καὶ ἄλλα πλείω.
Ἀθηναῖοι δ' ὥσπερ περὶ τὰ ἄλλα φιλοξενοῦντες
διατελοῦσιν, οὕτω καὶ περὶ τοὺς θεούς. πολλὰ γὰρ
τῶν ξενικῶν ἱερῶν παρεδέξαντο ὥστε καὶ ἐκωμῳδή-
θησαν· καὶ δὴ καὶ τὰ Θρᾴκια καὶ τὰ Φρύγια. τῶν μὲν
γὰρ Βενδιδείων Πλάτων μέμνηται, τῶν δὲ Φρυγίων
Δημοσθένης διαβάλλων τὴν Αἰσχίνου μητέρα καὶ αὐ-
τὸν ὡς τελούσῃ τῇ μητρὶ συνόντα καὶ συνθιασεύοντα
καὶ ἐπιφθεγγόμενον “εὐοῖ σαβοῖ” πολλάκις καὶ “ὕης
“ἄττης [ἄττης] ὕης.” ταῦτα γάρ ἐστι σαβάζια καὶ
μητρῷα.
Ἔτι δ' ἄν τις καὶ ταῦτα [εὕροι] περὶ τῶν δαιμόνων
τούτων καὶ τῆς τῶν ὀνομάτων ποικιλίας, καὶ ὅτι οὐ
πρόπολοι θεῶν μόνον ἀλλὰ καὶ αὐτοὶ θεοὶ προσηγο-
ρεύθησαν. Ἡσίοδος μὲν γὰρ * Ἑκατέρω καὶ τῆς Φο-
ρωνέως θυγατρὸς πέντε γενέσθαι θυγατέρας φησίν
“ἐξ ὧν οὔρειαι Νύμφαι θεαὶ [ἐξ]εγένοντο, καὶ γένος
“οὐτιδανῶν Σατύρων καὶ ἀμηχανοεργῶν, Κουρῆτές
“τε θεοὶ φιλοπαίγμονες ὀρχηστῆρες.” ὁ δὲ τὴν Φο-
ρωνίδα γράψας αὐλητὰς καὶ Φρύγας τοὺς Κουρῆτας
λέγει, ἄλλοι δὲ γηγενεῖς καὶ χαλκάσπιδας· οἱ δ' οὐ
τοὺς Κουρῆτας, ἀλλὰ τοὺς Κορύβαντας Φρύγας, ἐκεί-
νους δὲ Κρῆτας, περιθέσθαι δ' ὅπλα χαλκᾶ πρώτους
ἐν Εὐβοίᾳ· διὸ καὶ Χαλκιδέας αὐτοὺς κληθῆναι· οἱ
δ' ὑπὸ Τιτάνων Ῥέᾳ δοθῆναι προπόλους ἐνόπλους
τοὺς Κορύβαντας ἐκ τῆς Βακτριανῆς ἀφιγμένους, οἱ
δ' ἐκ Κόλχων φασίν. ἐν δὲ τοῖς Κρητικοῖς λόγοις οἱ
Κουρῆτες Διὸς τροφεῖς λέγονται καὶ φύλακες, εἰς
Κρήτην ἐκ Φρυγίας μεταπεμφθέντες ὑπὸ τῆς Ῥέας· οἱ
δὲ Τελχίνων ἐν Ῥόδῳ ἐννέα ὄντων τοὺς Ῥέᾳ συνακο-
λουθήσαντας εἰς Κρήτην καὶ τὸν Δία κουροτροφήσαν-
τας Κουρῆτας ὀνομασθῆναι· Κύρβαντα δὲ τούτων
ἑταῖρον Ἱεραπύτνης ὄντα κτίστην παρὰ τοῖς Ῥοδίοις
παρασχεῖν πρόφασιν τοῖς Πρασίοις ὥστε λέγειν, ὡς
εἶεν Κορύβαντες δαίμονές τινες Ἀθηνᾶς καὶ Ἡλίου
παῖδες. ἔτι δὲ Κρόνου τινές, ἄλλοι δὲ Διὸς καὶ Καλ-
λιόπης φασὶ τοὺς Κορύβαντας τοὺς αὐτοὺς τοῖς Κα-
βείροις ὄντας, ἀπελθεῖν δὲ τούτους εἰς Σαμοθρᾴκην
καλουμένην πρότερον Μελίτην, τὰς δὲ πράξεις αὐτῶν
μυστικὰς εἶναι.
Παρακάτω κειμενο του Παυσανία στα Βοιωτικά για τις λατρείες που μεταφέρονται από την Καβείρια Δήμητρα και την Κόρη στην Θήβα και επιστρέφουν και πάλι στην Φρυγία.
ΠΑΥΣΑΝΙΟΥ ΒΟΙΩΤΙΚΑ κεφ. 26
5 Σταδίους δέ αύτόθεν πέντε προελθόντι και είκοσι Δήμητρος Καβειρiας και Κόρης εστίν άλσος· έσελθείν δέ τοις τελεσθεΐσιν εστι. Τούτου δε του άλσους έπτά που σταδίους των Καβείρων τό Ιερόν άφέστηκεν. Οϊ τίνες δέ είσιν oι Κάβειροι και οποία έστιν αύτοις και τη μητρί τά δρώμενα, σιωπήν αγοντι υπέρ αυτών συγ-
γνώμη παρά ανδρών φιληκόων έστω μοι. Τοσούτο δέ δηλώσαί με και ές απαντάς έκώλυσεν ουδέν, ήντινα λέγουσιν αρχήν oι Θηβαίοι γενέσθαι τοις δρωμένοις. Πόλιν γάρ ποτε έν τούτω φασίν είναι τω χωρίω και άνδρας ονομαζόμενους Κάβειρους,. Προμηθει δέ ένι τών Καβείρων και Αίτναίω τω Προμηθέως άφικομένην Δήμητρα ές γνώσιν παρακαταθέσθαι σφίσιν. "Ητις μέν δή ήν ή παρακαταθήκη, και τά ές αυτήν γινόμενα, ούκ έφαίνετο όσιόν μοι γράφειν Δήμητρος δ' ουν Καβεί-
ροις δώρόν έστιν ή τελετή. Κατά δέ τήν "Επιγόνων στρατείαν καί άλωσιν τών Θηβών άνέστησαν μέν ύπό τών Άργειων oι Κάβειροι, έξελείφθη δέ έπί χρόνον τινά καΐ ή τελετή. Πελαργήν δέ ύστερον τήν Ποτνέως και Ίσθμιάδην Πελαργή συνοικούντα καταστήσασθαι μέν τά οργιά αύτού λέγουσιν έξ άρχής, μετενεγκειν δέ
αυτά έπί τόν "Αλεξιάρουν 'καλούμενον. "Οτι δέ των όρων· έκτος έμύησεν ή Πελαργή τών αρχαίων, Τηλώνδης και όσοι γένους τών Καβείρων έλείποντο κατήλθον αύθις ές τήν Καβειραίαν. Πελαργή μέν δή κατά μάντευμα έκ Δωδώνης και άλλα έμελλεν ές τιμήν καταστήσεθαι, και ή θυσία φέρον έν τη γαστρί ίερείον. Τό δέ μήνιμα τό έκ τών Καβείρων απαραίτητον έστιν άνθρώ-
ποις, ώς επέδειξε δή πολλαχη. Τά γάρ δή δρώμενα έν Θήβαις έτόλμησαν έν Ναυπάκτω κατά ταύτα ιδιώται δράσαι, και σφάς ου μετά πολύ έπέλαβεν ή δίκη. "Οσοι δέ όμοϋ Μαρδονίω τής στρατιάς τής Ξέρξου περί Βοιωτίαν έλείφθησαν, τοις παρελθούσιν αυτών ές τό Ιερόν τών Καβείρων τάχα μέν που και χρημάτων μεγάλων έλπίδι, τό πλέον δέ, έμοί δοκείν, τη ές τό θείον όλιγωρία, τούτοις παραφρονήσαι τε συνέπεσαν αυτίκα και απώλοντο ες θάλασσαν τε και από των κρημών εαυτούς ρίπτοντες. Αλεξάνδρου δε, ως ενικησεν τη μάχη Θήβας τε αυτάς και σύμπασαν τη Θηβαίδα διδόντος πυρί, άνδρες των εκ Μακεδονίας ελθόντες ες των Καβείρων το ιερόν άτε εν γη τη πολεμία κεραυνοίς τε εξ ουρανού και αστραπαίς εφθάρησαν. Ουτω μεν το ιερόν τούτο εστίν εξ αρχής άγιον.
Μετάφραση
"Οταν προχώρηση κανείς άπ° αυτού είκοσι πέντε στάδια, Υπάρχει Ιερόν δάσος τής Καβειρίας Δήμητρος και τής Κόρης, όπου επιτρέπεται ή είσοδος μόνον εις τούς μεμυημένους. Από το δάσος αυτό ό ναός των Καβείρων απέχει επτά περίπου στάδιο. Ποίοι δέ είναι oι Κάβειροι και ποια πράγματα γίνονται προς τιμήν αυτών και τής Μητρός, ας μού επιτρέψουν oι φιλομαθείς άναγνώσται να σιωπήσω διά αυτά. Τό μόνον πού δεν εμποδίζομαι να φανερώσω γενικώς εις όλους, είναι το λεγόμενων από τούς Θηβαίους περί τής αρχής των γινομένων οργίων. Λέγουν δηλαδή ότι εις αυτό το μέρος υπήρχε κάποτε πόλις και Άνθρωποι ονομαζόμενοι Κάβειροι, εις ένα δε άπ’ αυτούς τούς Καβείρους oνομαζομενον Προμηθέα και εις τον Ανταίον, τόν υιόν του Προμηθέως, όταν ήλθεν ή Δήμητρα ένεπιστεύθη τα τής μυστικής τελετής. Και ποία μέν ήτο ή εμπιστευθείσα τελετή και τά γινόμενα έν σχέσει προς αυτήν, δέν μού φαίνεται ευσεβές να τα γράψω. τής Δήμητρος λοιπόν δώρον είς τούς Καβείρους είναι ή τελετή. Κατά τόν χρόνον όμως τής εκστρατείας τών Επιγόνων, oτε έκυριεύθησαν αι Θήβαι, οι Κάβειροι εξεδιώχθησαν άπό τούς "Αργείους-, έπαυσε δε ολίγον χρόνον και ή τελετή. Κατόπιν όμως ή Πελαργή, ή κόρη τού Ποτνέως, και ο Ίσθμιάδης, ο σύνοικός της, λέγουν' ότι εγκαθίδρυσαν πάλιν αυτού Εξ αρχής τήν όργιαστικήν τελετήν, τήν μετέφεραν όμως είς' τόν ονομαζομενον "Αλεξιάρην '. Επειδή δέ ή Πελαργή εμύησεν εκτός τών αρχαίων ορίων, επέστρεψαν πάλιν είς την Καβειραίαν ο Τηλώνδης και όσοι υπελείποντο άπό τό γένος τών Καβείρων. Δια τήν Πελαργήν λοιπόν, σύμφωνά μέ χρησμόν τής Δωδώνης, καί άλλα είς τιμήν της έμελλο να ορισθούν και ή θυσία θύματος εγκύου. Ή δέ οργή των Καβείρων είναι αδυσώπητος δια τους ανθρώπους, όπως πράγματι εφάνη κατά πολλούς τρόπους. Τά τελούμενα όργια εις τάς Θήβας έτόλμησαν νά τά μιμηθούν μερικοι ιδιώται είς τήν Ναύπακτον ομοίως, και μετ' ολίγον έτιμωρήθησαν. Από τόν στραιόν τού Ξέρξου πού έμεινε μέ τόν Μαρδόνιον εις τήν Βοιωτίαν, όσοι εισήλθον είς τον ναόν τών Καβείρων, ίσως από ελπίδα πολλών χρημάτων, ή μάλλον, μου φαίνεται, από αδιαφορίαν προς την θεότητα, παρεφρόνησαν ευθύς και εχάθησαν ριπτόμενοι εις την θάλασσαν και από τους κρημνούς.
Όταν δε ο Αλέξανδρος, νικησας εις την μάχην, επυρπόλησαν και αυτάς τας Θήβας και όλην την Θηβαικήν χώραν, μερικοί Μακεδόνες, οι οποίοι ήλθον εις τον ναόν των Καβείρων, επειδή ήτο εις πόλεμον, εφονεύθησαν από αστραπές και κεραυνούς, οι οποίοι έπεσαν από τον ουρανόν. Τοιουτοτρόπως ο ναός αυτός είναι εξ αρχής άγιος...
Ας μην ξεχνάμε ότι η Μητέρα του Αλεξάνδρου η Ολυμπιάδα είναι ιέρεια μυημένη στα Καβείρια Μυστήρια και μετέχει σ΄αυτα στο Ιερό των Καβείρων στην Σαμοθράκη, όπου την βλέπει και την ερωτεύεται ο Φίλιππος...
Ας μην ξεχνάμε ότι η Μητέρα του Αλεξάνδρου η Ολυμπιάδα είναι ιέρεια μυημένη στα Καβείρια Μυστήρια και μετέχει σ΄αυτα στο Ιερό των Καβείρων στην Σαμοθράκη, όπου την βλέπει και την ερωτεύεται ο Φίλιππος...
Και για το τέλος μερικοί Λεξάριθμοι για όσους θελουν μια μικρή γεύση...
ΔΗΜΗΤΕΡ = 465 = ΔΙΚΤΑΙΟΝ = ΚΥΒΕΛΗ (Κυβέλη) = Ο ΔΡΑΚΟΣ (ο πολικός αστήρ περί το 4000 π.χ., ο οποίος σχετίζεται με την Ίσιδα [όπως και ο Σείριος] στην ανατολή του οποίου ήταν προσανατολισμένοι οι ναοί στις Θήβες (Βοιωτίας και Αιγύπτου) όπως και ο ναός του Καρνάκ )
ΚΥΒΕΛΗΝ = 551 = ΔΙΙ ΠΑΤΡΙ = ΠΑΡΘΕΝΟΣ (παρθένος, επ. Αθηνάς) = ΣΠΕΡΜΙΟΙ (σπέρμειος, που προφυλάσσει και γονιμοποιεί τα σπέρματα, επ. Απόλλωνος, Δήμητρος και Τριπτολέμου) = ΥΔΡΙΑ (υδρία, πήλινο δοχείο νερού, στάμνα, στάμνος, λάρναξ, νεκροθήκη)
ΚΥΒΕΛΙΣ= 667 = ΕΜΒΡΥΟΝ = Ο ΣΕΙΡΙΟΣ Β (ο Σείριος Β΄),= ΔΗΜΗΤΗΡΑ+ ΚΟΡΗ =
ΖΕΥ ΚΡΟΝΙΕ = θΕΙΟΣ ΛΟΓΟΣ = θΕΟΥΡΓΟΙ =ΠΑΡΘΕΝΟΣ ΜΑΡΙΑ= ΧΑΛΚΕΙΑ
ΑΓΔΙΣΤΙΝ = 578 = ΑΝΑΓΕΝΝΗΣΙΣ (αναγέννησις, ανανέωσις, ανάπλασις) = ΓΗΙΝΗ ΜΗΤΡΑΝ = ΔΙΔΥΜΟΝ (Δίδυμον όρος που λατρεύετε η Αγδιστις),
ΡΕΑΝ ΚΥΒΕΛΗΝ = 671 = ΑΝΑΔΕΛΦΟΙ (οι μη έχοντες αδέλφια) = ΑϋΛΟΝ ΟΝ = ΔΗΜΗΤΡΙΑΣ (αρχαία πολη Μαγνησίας αφιερωμένη στη ΔΗΜΗΤΡΑ) = ΘΕΑ ΑΡΤΕΜΙΣ = ΙΕΡΟΝ ΣΕΛΑΣ = ΚΑΛΛΙΣΤΟΙ
ΜΗΤΕΡΑ ΡΕΑ ΚΥΒΕΛΗ= 1025 = ΑΙθΕΡΙΚΟΣ ΚΟΣΜΟΣ = ΑΡΧΑΙΑ ΔΗΛΟΣ = ΔΑΚΤΥΛΟΣ (Δάκτυλοι Βλέπε και Ιδαίοι Δάκτυλοι)
= ΕΝΟΡΩ ( Βλέπω, παρατηρώ, βλέπω μέσα στα βάθη) = ΚΡΟΝΟΣ ΕΣΤΙ
ΚΥΒΗΒΗΝ= 490 =ΟΡΓΙΑ ΡΕΑΣ
ΙΔΑΙΟΝ ΑΝΤΡΟΝ = 716 = ΙΕΡΑΤΙΚΟΣ = ΙΕΡΟΣ ΚΑΛΑΘΟΣ = ΛΟΧΕΙΑ = ΧΡΕΙΑ = ΧΕΙΡΑ = ΑΨΙΔΑ (και ρόδα, τροχός, θόλος) = ΔΑΜΑΤΡΟΣ ( άλλη εκφορά της Δήμητρος ) = ΖΑΓΡΕΥΣ (Ζαγρεύς, υιός Διός και Περσεφόνης, ο αρχαιότερος Διόνυσος, κομματιάστηκε από τους Τιτάνες έχοντας την μορφή ταύρου, σύμφωνα με άλλη παράδοση η Αθηνά διέσωσε την καρδιά του Ζαγρέως την οποία ο Ζεύς πρόσφερε στην Σεμέλη, κι αφού την κατάπιε ο Διόνυσος ξαναγεννήθηκε, ταυτίζεται με τον Όσιρι (στην Αιγυπτιακή παραλλαγή η Ίσιδα ανάστησε τον Όσιρι διασώζοντας όλα τα μέλη του πλην του φαλλού, ανάλογη ανάσταση έγινε από την Ρέα ή την Δήμητρα = ΜΕΓΑ ΡΗΓΜΑ ΕΣΤΙ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου