H Ρέα/Σεμίραμις και τα αρχαία κείμενα με αναφορές στο όνομα της και στα έργα της είναι πάμπολλα.
Σεμίραμις. Θυγατὴρ μὲν, ὥς φησι Κτησίας,
Δερκετοῦς τῆς Συρίας θεοῦ καὶ Σύρου τινός, ἥτις
ἐτράφη ὑπὸ Σιμόεντος, ὑπηρέτου τοῦ βασιλέως Νίνου.
γαμηθεῖσα δὲ Ὀννέῳ, ὑπάρχῳ τινὶ βασιλικῷ, εἶχεν υἱούς.
ἑλοῦσα δὲ Βάκτρα μετὰ τοῦ ἀνδρός *, ἐπιγνοὺς Νίνος
ἤδη γηραιὸς ὢν ἐγάμησεν. ἡ δὲ ἐτέκνωσεν ἐξ αὐτοῦ
Νίνυαν παῖδα. μετὰ δὲ τὸν Νίνου θάνατον ἐτείχισε τὴν
Βαβυλῶνα ὀπτῇ πλίνθῳ καὶ ἀσφάλτῳ καὶ τὸ τοῦ Βήλου
ἱερὸν κατεσκεύασεν. ἐπιβουλευθεῖσα δὲ ὑπὸ τοῦ υἱοῦ
Νινύου ἐτελεύτησεν, ἔτη βιώσασα ξʹ, βασιλεύσασα
ἔτη μβʹ.
Μητέρα της Σεμιράμιδος η Δερκετώ (Δερκομαι σημαίνει βλέπω, κοιτάζω, αλλά και φεγγοβολώ, φωτίζω λάμπω κλπ ) άλλη ονομασία της Φεγγαροθεάς Αρτέμιδας ή της Αφροδίτης, της Αταργατιδος, Ατταρατας κλπ.
Μια θρυλική γυναίκα. Άλλοι αναφέρουν ότι έχει χτίσει την Νινευή στο όνομα του γιού της κι άλλοι την Βαβυλώνα, την Ταρσό κλπ., τειχίζει πόλεις, έχει δημιουργήσει αντιπλημμυρικά έργα ώστε να προλάβει τους κατακλυσμούς, ναυπηγεί τριήρεις, χτίζει ναούς, με ελεφαντόδοντο, χρυσάφι κι ασήμι…ηγείτε σε πολέμους και μένει στην μνήμη των ανθρώπων της.
Scholia In Aristophanem, Scholia in aves (scholia vetera)
Argumentum-scholion sch av, verse 552, line 3
ἡ Σεμίραμις δὲ ἔκτισε τὴν Βαβυλῶνα.
Argumentum-scholion sch av, verse 552, line 3
ἡ Σεμίραμις δὲ ἔκτισε τὴν Βαβυλῶνα.
Scholia In Aristophanem, Commentarium in aves (scholia vetera et recentiora Tzetzae)
Argumentum-dramatis personae-scholion sch av, section-verse 552, line 2
καὶ ἡ Βαβυλὼν δὲ ἀπὸ πλίνθων ὀπτῶν ἐκτίσθη καὶ ἀντὶ τοῦ γύψου
ἀσφάλτῳ συνεδέθη· ἡ Σεμίραμις δὲ αὐτὴν ἔκτισεν.
Argumentum-dramatis personae-scholion sch av, section-verse 552, line 2
καὶ ἡ Βαβυλὼν δὲ ἀπὸ πλίνθων ὀπτῶν ἐκτίσθη καὶ ἀντὶ τοῦ γύψου
ἀσφάλτῳ συνεδέθη· ἡ Σεμίραμις δὲ αὐτὴν ἔκτισεν.
Georgius Syncellus Chronogr., Ecloga chronographica
…τοῦτον διεδέξατο Σεμίραμις ἡ διαβόητος, ἣ πολλαχοῦ τῆς γῆς ἤγειρε
χώματα προφάσει μὲν διὰ τοὺς κατακλυσμούς, τὰ δ' ἦν ἄρα τῶν ἐρω-
μένων ζώντων κατορυσσομένων οἱ τάφοι, ὡς Κτησίας ἱστορεῖ· ὥστε οὐδὲν
ἀξιομνημόνευτον Ἕλλησιν ἱστορεῖται πρὸ Ὠγύγου, πλὴν Φορωνέως τοῦ
συγχρονίσαντος αὐτῷ καὶ Ἰνάχου τοῦ Φορωνέως πατρός, ὃς πρῶτος
Ἄργους ἐβασίλευσεν, ὡς Ἀκουσίλαος ἱστορεῖ

Oration 4, historia 67, line 18
Ἑξηκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ κατὰ τὴν γεωργίαν καὶ τὴν
ναυπηγίαν. ἔστι δὲ αὕτη καθὼς μυθεύεται…
Λέγει δὲ ὁ θεῖος Γρηγόριος ὅτι καὶ ἡ ναυπηγία παρὰ Ἀθη-
ναίοις εὕρηται. οἶμαι δὲ αὐτὸν λέγειν περὶ τῆς ναυμαχικῆς
τέχνης. ναυμάχοι γὰρ κατ' ἄκρον Ἀθηναῖοι. ναῦς γὰρ λέγονται
πρῶτοι Φοίνικες ναυπηγήσασθαι, τριήρεις δὲ Σεμίραμις.
Section 1005, line 4
… Ὅτι πρὸς νότον τῆς Μεσοποταμίας ἡ Περσικὴ
μητρόπολις Βαβυλὼν, ἱερὰ πόλις, τεῖχος περιβεβλη-
μένη χαλκοῦν κατά τινας, καὶ ποταμῷ περιρρεομένη.
Ταύτην, φησὶ, πᾶσαν τείχεσιν ἀρραγέεσσι Σεμίραμις
ἐστεφάνωσεν, ὅπουγέ τινες, ὡς εἴρηται, καὶ χαλκοῦν
αὐτῇ τεῖχος ἱστόρησαν, καὶ ἄλλα πολλὰ θαυμάσια δίχα
τῶν ἀνωτέρω ἐκτεθειμένων περὶ αὐτῆς ἐξέθεντο. Καὶ
ἐπὶ τῇ ἀκροπόλει δὲ, φησὶ, βωμὸν τῷ Βήλῳ ἡ Σεμίρα-
μις ἵδρυσε, χρυσῷ καὶ ἐλέφαντι καὶ ἀργύρῳ ἀσκήσασα.
Βῆλος δὲ ἦν βασιλεὺς Βαβυλῶνος, υἱὸς Διὸς, ἀφ' οὑ
καὶ πύλαι Βαβυλῶνος Βηλίδες, ἢ καὶ ὁ Ζεὺς αὐτὸς κατά
τινας. Διὸ καὶ Ἡρόδοτος ἱερὸν εἶναι αὐτόθι λέγει
Βήλου Διός …
Cyrillus Theol., Contra Julianum (lib. 1-2)
Book 1, section 10, line 4
Κατεσκεδασμένων δὴ οὖν τῶν ἐξ αἵματος Νῶε, εἶτα
καιροῦ διϊππεύσαντος πρῶτος Ἀσσυρίων ἐπιφανῶς βασιλεῦσαι
λέγεται Νίνος ὁ Ἀρβήλου παῖς, οὗ καὶ ἐπώνυμος ἡ Νινευὶ
πόλις, ἧς τὰ τείχη Σεμίραμις Νίνῳ συνοικήσασα μεγαλοφυῶς
ἐσκευάσατο.

Etymologicum Genuinum, Etymologicum genuinum (ἀνάβλησις – βώτορες)
Alphabetic letter beta, entry 2, line 1
<Βαβυλών>· πόλις Ἀσσυρίας, ἣν Σεμίραμις ἐτείχισε τῷ
περιβοήτῳ τείχει.
Alphabetic letter beta, entry 2, line 1
<Βαβυλών>· πόλις Ἀσσυρίας, ἣν Σεμίραμις ἐτείχισε τῷ
περιβοήτῳ τείχει.
Paraphrases In Dionysium Periegetam, In Dionysii periegetae orbis descriptionem
Section 1001-1016, line 8
Πρὸς δὲ τὸν νότον ἡ μεγάλη
πόλις Βαβυλὼν, ἥντινα χαλκοῖς καὶ ἰσχυροῖς τείχεσιν
ἡ Σεμίραμις ἐστεφάνωσεν, ἐπὶ δὲ τὴν ἀκρόπολιν τῷ
Βήλῳ, ἤτοι τῷ βασιλεῖ ἢ μᾶλλον τῷ Διὶ ἢ τοῦ Διὸς
υἱῷ, μέγαν δόμον ἢ ναὸν ᾠκοδόμησεν ἢ ἱδρύσατο, τῷ
χρυσῷ καὶ ἐλέφαντι καὶ ἀργύρῳ καλλωπίσασα καὶ ἐπι-
μελησαμένη.

Scholia In Aristophanem, Scholia in nubes (scholia recentiora Eustathii, Thomae Magistri et Triclinii)
…⌈καὶ τὰ τείχη τὰ βαβυλώνια, ἃ ⌈ἡ Σεμίραμις ἔκτισεν.
Suda, Lexicon
Alphabetic letter sigma, entry 220, line 1
<Σεμίραμις·> αὕτη βασιλεύσασα τῶν Ἀσσυρίων πρώτη καὶ κατα-
δυναστεύσασα καὶ πολλοὺς ἀνθρώπους ἀνελοῦσα πρῶτα μὲν ἐξεῦρε τὰ
μέταλλα, τοῖς δὲ αἰχμαλώτοις τὴν τούτων ἐργασίαν ἐπέτρεψε.

Το όνομά της χαράζετε στην μνήμη των ανθρώπων ανεξήτηλα.
Lucianus Soph., De Syria dea
Section 39, line 5
…ἐν ἀριστερῇ τοῦ νεὼ Σεμιράμιος ξόανον ἕστηκεν ἐν
δεξιῇ τὸν νηὸν ἐπιδεικνύουσα.
Section 39, line 5
…ἐν ἀριστερῇ τοῦ νεὼ Σεμιράμιος ξόανον ἕστηκεν ἐν
δεξιῇ τὸν νηὸν ἐπιδεικνύουσα.
Periplus Maris Erythraei, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei
Section 35, line 7
Τούτου δὲ τοῦ στόματος ἐκ
τῶν εὐωνύμων ἐστὶν ὄρη μέγιστα λεγόμενα Ἀσαβῶν,
ἐκ δὲ τῶν δεξιῶν ἄντικρυς ἀφορώμενον ἄλλο στρογγύλον
ὑψηλὸν, τὸ Σεμιράμεως λεγόμενον, καὶ μέσος αὐτὸς
ὁ διάπλους τοῦ στόματος ὡς σταδίους ἑξακοσίους, δι' οὗ
μέγιστος καὶ πλατύτατος εἰς τοὺς ἐσωτάτους τόπους
ὁ Περσικὸς κόλπος ἀναχεῖται, καθ' ὃν ἐν τοῖς ἐσχάτοις
αὐτοῦ μέρεσιν ἐμπόριόν ἐστι νόμιμον, λεγόμενον
ἡ Ἀπολόγου, κειμένη κατὰ Πασίνου Χάρακα καὶ πο-
ταμὸν Εὐφράτην.

Η φήμη της εχει ξεπεράσει τα σύνορα της Ασίας. Ο Αλέξανδρος κατά τις εκστρατείες του φαίνεται από τις επιστολές του προς τον Αριστοτέλη γράφει ότι επήγε τα στρατεύματά του στα Βασίλεια της Σεμιραμιδος, γιατι επιθυμούσε να τα δεί και να τα θαυμάσει καθώς είναι διαφημισμένα και θαυμαστά
Book 3, chapter 18, section 1, line 2
ἀναγκαῖον ἡγησάμην δηλῶσαί σοι. ἔρρωσο.’
3.18.1.1
Οὕτως γράψας τὴν ἐπιστολὴν ὁ Ἀλέξανδρος τῷ Ἀριστοτέλει ἐπῆγε
τὰ στρατεύματα ἐπὶ τὰ Σεμιράμεως βασίλεια· ἐπιθυμητικῶς γὰρ αὐτὰ
εἶχε θεάσασθαι· ἦν γὰρ καθ' ὅλην τὴν χώραν καὶ τὴν Ἑλλάδα περιφήμιστα
... ἐβασίλευε δὲ τῆς πόλεως γυνὴ ἔχουσα κάλλος ὑπερήφανον, μέσης ἡλικίας
τυγχάνουσα <χήρα, τριῶν παίδων μήτηρ, ὄνομα Κανδάκη>, Σεμιράμεως
τῆς βασιλίδος <ἀπόγονος>. πρὸς αὐτὴν ἔπεμψεν ἐπιστολὴν Ἀλέξανδρος
περιέχουσαν οὕτως· [Ἐπιστολὴ Ἀλεξάνδρου Κανδάκῃ.]
Μάλιστα φτάνουν σε περιοχή όπου υπάρχουν στήλαι χρυσαί η μία αφιερωμένη σε άνδρα και η άλλη σε γυναίκα. Στις Στήλες του Ηρακλή και της Σεμιράμιδος.
(– φυσικά δεν έχουν σχέση με τις Ηράκλειες Στήλες του Γιβραλτάρ.)
Historia Alexandri Magni, Recensio γ (lib. 2)
Section 34, line 5
διελθὼν δὲ τὴν
τῶν ἀγρίων ἀνθρώπων ἐκείνων χώραν δι' ἡμερῶν πέντε εἰς
ἑτέραν κατελάβομεν γῆν, ἔνθα στῆλαι εἱστήκεισαν δύο χρυσαῖ,
ἡ μία μὲν ἀνδρός, ἡ δὲ ἑτέρα γυναικός· ἃς περιτυχὼν Ἀλέ-
ξανδρος ἔφη· “Ἡρακλέως στῆλαι αὗται καὶ Σεμιράμεως.”
ἐν ἐκεῖσε οὖν διελθόντες ὀλίγον τι καὶ τὰ Σεμιράμεως εὕρο-
σαν βασίλεια, ἀοίκοτα δέ. εἰσῄει οὖν Ἀλέξανδρος εἰς αὐτὰ
μετὰ τοῦ Μακεδονικοῦ στρατοῦ καὶ μόνου, Πέρσαι δὲ καὶ Αἰ-
γύπτιοι πέριξ διανεπαύσαντο ἡμέρας τρεῖς. …
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου